Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.96 Joseph. AJ 20.102 (English) >>Joseph. AJ 20.107

20.100

Ἦλθε δὲ Φάδῳ διάδοχος Τιβέριος Ἀλέξανδρος Ἀλεξάνδρου παῖς τοῦ καὶ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ γένει τε καὶ πλούτῳ πρωτεύσαντος τῶν ἐκεῖ καθʼ αὑτόν. διήνεγκε καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ τοῦ παιδὸς Ἀλεξάνδρου· τοῖς γὰρ πατρίοις οὐκ ἐνέμεινεν οὗτος ἔθεσιν. 20.101ἐπὶ τούτου δὲ καὶ τὸν μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθʼ ὃν καὶ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμεν τοῖς ἀπορουμένοις, ὡς προεῖπον. 20.102πρὸς τούτοις δὲ καὶ οἱ παῖδες Ἰούδα τοῦ Γαλιλαίου ἀνήχθησαν τοῦ τὸν λαὸν ἀπὸ Ῥωμαίων ἀποστήσαντος Κυρινίου τῆς Ἰουδαίας τιμητεύοντος, ὡς ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, Ἰάκωβος καὶ Σίμων, οὓς ἀνασταυρῶσαι προσέταξεν Ἀλέξανδρος. 20.103 δὲ τῆς Χαλκίδος βασιλεὺς Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰώσηπον τὸν τοῦ Καμοιδὶ τὴν διαδοχὴν τῆς τιμῆς Ἀνανίᾳ τῷ τοῦ Νεβεδαίου δίδωσιν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κουμανὸς ἀφίκετο διάδοχος. 20.104καὶ τελευτᾷ τὸν βίον Ἡρώδης τοῦ μεγάλου βασιλέως Ἀγρίππα ἀδελφὸς ὀγδόῳ τῆς Κλαυδίου Καίσαρος ἀρχῆς ἔτει, καταλιπὼν τρεῖς υἱοὺς Ἀριστόβουλον μὲν ὑπὸ τῆς πρώτης αὐτῷ τεχθέντα γυναικός, ἐκ Βερενίκης δὲ τῆς τἀδελφοῦ θυγατρὸς Βερενικιανὸν καὶ Ὑρκανόν. τὴν δʼ ἀρχὴν αὐτοῦ Καῖσαρ Κλαύδιος Ἀγρίππᾳ τῷ νεωτέρῳ δίδωσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.96 Joseph. AJ 20.102 (English) >>Joseph. AJ 20.107

Powered by PhiloLogic